Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.190 Joseph. AJ 2.195 (English) >>Joseph. AJ 2.199

2.193τοὺς δὲ παρʼ ἐλπίδας κυρίους τῆς γῆς καθισταμένους χαρά τε ἐλάμβανε καὶ ὑφίσταντο τὰ προστάγματα. καὶ τούτῳ τῷ τρόπῳ τό τε ἀξίωμα παρὰ τοῖς Αἰγυπτίοις αὐτοῦ μεῖζον Ἰώσηπος ἀπεργάζεται, καὶ πλείω γε τὴν εὔνοιαν τῷ βασιλεῖ παρʼ αὐτῶν, τε τοῦ τελεῖν τὴν πέμπτην τῶν καρπῶν νόμος ἔμεινε καὶ μέχρι τῶν ὕστερον βασιλέων. 2.194

Ἰάκωβος δὲ ἑπτακαιδέκατον ἔτος ἐν Αἰγύπτῳ διατρίψας καὶ νόσῳ χρησάμενος παρόντων αὐτῷ τῶν υἱῶν ἀπέθανεν, ἐπευξάμενος τοῖς μὲν κτῆσιν ἀγαθῶν καὶ προειπὼν αὐτοῖς κατὰ προφητείαν, πῶς μέλλει τῶν ἐκ τῆς γενεᾶς αὐτῶν ἕκαστος κατοικεῖν τὴν Χαναναίαν· τοῦτο δὴ καὶ πολλοῖς ὕστερον χρόνοις ἐγένετο· 2.195Ἰωσήπου δʼ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τούτου πλέον χρηστὸς εἰς αὐτοὺς ἐγένετο δωρησάμενος αὐτοὺς ἀγαθοῖς, οἷς οὐδὲ εὐεργέτας τινὲς ἠμείψαντο, προσέταξε τοῖς ἰδίοις παισίν, ἵνα τοὺς Ἰωσήπου παῖδας Ἐφρὴν καὶ Μανασσῆν εἰς τὸν αὐτῶν ἀριθμὸν προσῶνται διαιρούμενοι μετʼ αὐτῶν τὴν Χαναναίαν, περὶ ὧν ὕστερον ἐροῦμεν· 2.196ἠξίου μέντοι καὶ ταφῆς ἐν Νεβρῶνι τυγχάνειν· τελευτᾷ δὲ βιοὺς ἔτη τὰ πάντα τριῶν δέοντα πεντήκοντα καὶ ἑκατόν, μηδενὸς μὲν τῶν προγόνων ἀπολειφθεὶς ἐπʼ εὐσεβείᾳ τοῦ θεοῦ, τυχὼν δὲ ἀμοιβῆς ἧς δίκαιον ἦν τοὺς οὕτως ἀγαθοὺς γεγονότας. Ἰώσηπος δὲ συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως τὸν τοῦ πατρὸς νεκρὸν εἰς Νεβρῶνα κομίσας ἐκεῖ θάπτει πολυτελῶς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.190 Joseph. AJ 2.195 (English) >>Joseph. AJ 2.199

Powered by PhiloLogic